Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.115 Dem. 21.117 (English) >>Dem. 21.120

21.116ἐπειδὴ τοίνυν τοῦτο τὸ πρᾶγμʼ οὐδὲ καθʼ ἕν, πανταχῇ στρέφων, οἷός τʼ ἦν ἀγαγεῖν ἐπʼ ἐμέ, φανερῶς ἤδη διʼ ἐμὲ τὸν Ἀρίσταρχον ἐσυκοφάντει. καὶ τὰ μὲν ἄλλα σιωπῶ· τῆς δὲ βουλῆς περὶ τούτων καθημένης καὶ σκοπουμένης, παρελθὼν οὗτοςἀγνοεῖτʼἔφη βουλή, τὸ πρᾶγμα; καὶ τὸν αὐτόχειρʼ ἔχοντεςλέγων τὸν Ἀρίσταρχονμέλλετε καὶ ζητεῖτε καὶ τετύφωσθε; οὐκ ἀποκτενεῖτε; οὐκ ἐπὶ τὴν οἰκίαν βαδιεῖσθε; 21.117οὐχὶ συλλήψεσθε;” καὶ ταῦτʼ ἔλεγʼ μιαρὰ καὶ ἀναιδὴς αὕτη κεφαλή, ἐξεληλυθὼς τῇ προτεραίᾳ παρʼ Ἀριστάρχου, καὶ χρώμενος ὥσπερ ἂν ἄλλος τις τὰ πρὸ τούτου, καί, ὅτʼ ηὐτύχει, πλεῖστα παρεσχηκότος ἐκείνου πράγματά μοι περὶ τῶν πρὸς τοῦτον ἀπαλλαγῶν. εἰ μὲν οὖν εἰργάσθαι τι τούτων ἐφʼ οἷς ἀπόλωλεν ἡγούμενος τὸν Ἀρίσταρχον καὶ πεπιστευκὼς τοῖς τῶν αἰτιασαμένων λόγοις ταῦτʼ ἔλεγεν, 21.118χρῆν μὲν οὐδʼ οὕτω (μετρία γὰρ δίκη παρὰ τῶν φίλων ἐστίν, ἄν τι δοκῶσι πεποιηκέναι δεινόν, μηκέτι τῆς λοιπῆς φιλίας κοινωνεῖν, τὸ δὲ τιμωρεῖσθαι καὶ ἐπεξιέναι τοῖς πεπονθόσι καὶ τοῖς ἐχθροῖς παραλείπεταιὅμως δʼ ἔστω τούτῳ γε συγγνώμη. εἰ δὲ λαλῶν μὲν καὶ ὁμωρόφιος γιγνόμενος ὡς οὐδὲν εἰργασμένῳ φανήσεται, λέγων δὲ καὶ καταιτιώμενος ταῦθʼ εἵνεκα τοῦ συκοφαντεῖν ἐμέ, πῶς οὐ δεκάκις, μᾶλλον δὲ μυριάκις δίκαιός ἐστʼ ἀπολωλέναι;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 21.115 Dem. 21.117 (English) >>Dem. 21.120

Powered by PhiloLogic